Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.
  2. Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα
  3. ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν
  4. ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,
  5. αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται
  6. ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.