Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε
  2. Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.
  3. αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο
  4. κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.
  5. Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα
  6. ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν
  7. ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,
  8. αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται
  9. ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.
  10. Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους
  11. ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν
  12. ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι,
  13. Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,
  14. Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο
  15. ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι,
  16. Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.
  17. ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ,
  18. αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
  19. ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.
  20. τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,