Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια
  2. Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα
  3. Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος
  4. καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη
  5. Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε
  6. Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.
  7. αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο
  8. κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.
  9. Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα
  10. ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν
  11. ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,
  12. αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται
  13. ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.