Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
  2. Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων
  3. πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,
  4. κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,
  5. Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε
  6. Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε
  7. Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα