Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,
  2. πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,
  3. οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων
  4. λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·
  5. αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν
  6. Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον
  7. Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
  8. Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων
  9. πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,
  10. κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,
  11. Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε
  12. Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε
  13. Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα
  14. Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς
  15. καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ