Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.
  2. τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,
  3. Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·
    1. ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον,
    2. ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,
    3. ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.
  4. ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·
  5. καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον
  6. δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν
  7. θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.
  8. καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,
  9. σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.
  10. ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;