Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα
  2. Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα
  3. Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε
  4. Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε
  5. Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,
  6. Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους
  7. πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.
  8. Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,
  9. πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,