Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,
  2. Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα
  3. Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
  4. αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα
  5. Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα
  6. Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε