Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι
  2. γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,
  3. αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·
  4. οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,
  5. πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.
  6. τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,
  7. Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα