Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
  2. παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε
  3. τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
  4. τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
  5. παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·
  6. φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
  7. ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.