Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
  2. μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
  3. παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε
  4. τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
  5. τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
  6. παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·
  7. φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
  8. ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.
  9. νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν
  10. καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·
  11. δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν
  12. οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,
  13. Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο
  14. χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.
  15. καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,
  16. Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι
  17. γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,
  18. αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·
  19. οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,
  20. πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.
  21. τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,
  22. Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα
  23. Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
  24. αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα
  25. Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα
  26. Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε
  27. Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε
  28. Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,
  29. Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους
  30. πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.
  31. Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,
  32. πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,
  33. οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων
  34. λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·
  35. αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν
  36. Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον
  37. Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
  38. Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων
  39. πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,
  40. κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,
  41. Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε
  42. Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε
  43. Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα
  44. Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς
  45. καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ
  46. Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
  47. Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια
  48. Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια
  49. Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς
  50. Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ
  51. πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ
  52. ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,
  53. Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη
  54. Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια
  55. Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια
  56. Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα
  57. Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος
  58. καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη
  59. Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε
  60. Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.
  61. αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο
  62. κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.
  63. Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα
  64. ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν
  65. ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,
  66. αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται
  67. ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.
  68. Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους
  69. ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν
  70. ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι,