Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
  2. μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
  3. παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε
  4. τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
  5. τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
  6. παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·
  7. φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
  8. ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.
  9. νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν
  10. καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·
  11. δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν
  12. οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,
  13. Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο
  14. χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.
  15. καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,
  16. Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι
  17. γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,
  18. αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·
  19. οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,
  20. πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.
  21. τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,
  22. Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα
  23. Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
  24. αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα
  25. Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα
  26. Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε
  27. Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε
  28. Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,
  29. Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους
  30. πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.