Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
- Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν
- ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.
- αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,
- ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.
- τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,
- Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·
- ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον,
- ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,
- ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.
- ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·
- καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον
- δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν
- θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.
- καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,
- σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.