Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
  2. πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν
  3. γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,
  4. τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,
  5. Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.
  6. μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
  7. κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,