Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι
  2. ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
  3. ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
  4. πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν
  5. γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,
  6. τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,
  7. Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.
  8. μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
  9. κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
  10. ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς
  11. ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη
  12. ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν
  13. ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
  14. ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη
  15. ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην
  16. ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν
  17. κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ
  18. θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·
  19. Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·
  20. ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.