Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ
  2. ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη
  3. πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ
  4. σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην
  5. μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς