Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην
  2. Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην
  3. Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
  4. Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν
  5. ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.
  6. αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,
  7. ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.
  8. τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,
  9. Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·
    1. ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον,
    2. ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,
    3. ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.
  10. ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·
  11. καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον
  12. δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν
  13. θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.
  14. καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,
  15. σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.
  16. ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;
  17. τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ
  18. ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,
  19. εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,
  20. φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ
  21. ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς
  22. Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ
  23. σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου
  24. δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι
  25. θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ
  26. ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,
  27. οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.
  28. δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,
  29. ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,
  30. ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.
  31. αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων
  32. ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου
  33. Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
  34. τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα
  35. Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,