Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·
  2. εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
    1. παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε
    2. πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην
    3. ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
    4. ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν
    5. φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης