Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη
  2. στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην.
  3. αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος
  4. τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·
  5. εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
    1. παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε
    2. πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην
    3. ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
    4. ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν
    5. φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης
    6. ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·
    7. μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι
    8. ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω
    9. ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
  6. ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
  7. εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν
  8. ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα.
  9. ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ
  10. ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη
  11. πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ
  12. σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην
  13. μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς
  14. ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι
  15. ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
  16. ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
  17. πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν
  18. γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,
  19. τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,
  20. Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.
  21. μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
  22. κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
  23. ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς
  24. ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη
  25. ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν