Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε
  2. Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε
  3. Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.
  4. τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,
  5. δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.
  6. γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,
  7. Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον,