Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,
  2. Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε
  3. Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε
  4. Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.
  5. τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,
  6. δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.
  7. γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,
  8. Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον,
  9. οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.
  10. οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,
  11. μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.
  12. Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων
  13. κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·
  14. ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.
  15. ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
  16. τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,
  17. Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.
  18. τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,
  19. ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
  20. ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·
  21. ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.
  22. ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,