Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον,
  2. Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα
  3. Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,
  4. Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε
  5. Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε
  6. Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.
  7. τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,
  8. δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.
  9. γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,
  10. Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον,
  11. οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.
  12. οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,
  13. μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.
  14. Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων
  15. κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·
  16. ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.
  17. ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
  18. τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,
  19. Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.
  20. τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,
  21. ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
  22. ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·
  23. ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.
  24. ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,
  25. δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι
  26. ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,
  27. πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,
  28. Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ
  29. Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη
  30. στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην.
  31. αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος
  32. τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·
  33. εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
    1. παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε
    2. πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην
    3. ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
    4. ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν
    5. φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης