Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ
  2. Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι,
  3. ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.
  4. γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,
  5. Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.
  6. ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον,