Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

    1. ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι
    2. ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.
  1. ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα
  2. Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ
  3. ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
  4. Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,
  5. ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,
  6. λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων
  7. δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.
  8. ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·
  9. Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,
  10. οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.
  11. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ