Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

    1. καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων,
    2. ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
    3. οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων
    4. ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο
    5. ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
    6. ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι
    7. ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.
  1. ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα
  2. Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ
  3. ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
  4. Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,
  5. ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,
  6. λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων
  7. δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.
  8. ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·
  9. Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,
  10. οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.
  11. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ
  12. Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι,
  13. ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.
  14. γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,
  15. Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.
  16. ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον,
  17. Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα
  18. Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,
  19. Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε
  20. Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε