Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι,
  2. ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην
  3. Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,
  4. κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην
  5. Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν
  6. ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον,
  7. καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην
  8. Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην
  9. Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην