Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν,
  2. αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε
  3. καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν
  4. ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.
  5. καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο
  6. ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο
  7. ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο
  8. καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν.
  9. ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ,
  10. ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι,
  11. ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην
  12. Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,
  13. κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην
  14. Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν
  15. ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον,
  16. καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην
  17. Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην
  18. Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην
  19. Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
  20. Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν
  21. ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.
  22. αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,
  23. ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.
  24. τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,
  25. Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·
    1. ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον,
    2. ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,
    3. ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.
  26. ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·
  27. καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον
  28. δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν
  29. θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.
  30. καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,
  31. σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.
  32. ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;
  33. τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ
  34. ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,
  35. εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,
  36. φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ
  37. ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς
  38. Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ
  39. σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου
  40. δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι
  41. θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ
  42. ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,
  43. οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.
  44. δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,
  45. ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,
  46. ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.
  47. αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων
  48. ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου
  49. Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
  50. τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα
  51. Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,
  52. λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.
  53. ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς
  54. νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·
  55. ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι
  56. μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  57. ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ
  58. μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,
  59. τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.
  60. ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.
  61. πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν
  62. ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι
  63. μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ
  64. ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.
  65. αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,
  66. ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα
  67. ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει
  68. νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει,
  69. αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν,
  70. κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα
  71. ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.
  72. ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι,
  73. ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,
  74. Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε
  75. Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε
  76. Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
  77. ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  78. ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο
  79. γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,
  80. τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,
  81. τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ
  82. πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας
  83. ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων
  84. αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·
  85. τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς
  86. βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι
  87. ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.
  88. ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται
  89. αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·
  90. τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.
  91. ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος
  92. ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί,
  93. ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι
  94. φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
  95. εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ
  96. ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς
  97. Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων
  98. ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,
  99. αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων
  100. μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.
    1. χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν ἀοιδήν.
    2. κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων,
    3. οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,
    4. Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.
    5. εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο
    6. καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων,
    7. ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
    8. οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων
    9. ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο
    10. ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
    11. ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι
    12. ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.
  101. ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα
  102. Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ
  103. ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
  104. Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,
  105. ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,
  106. λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων
  107. δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.
  108. ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·
  109. Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,
  110. οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.
  111. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ
  112. Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι,
  113. ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.
  114. γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,
  115. Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.
  116. ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον,
  117. Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα
  118. Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,
  119. Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε
  120. Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε
  121. Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.
  122. τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,
  123. δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.
  124. γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,
  125. Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον,
  126. οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.
  127. οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,
  128. μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.
  129. Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων
  130. κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·
  131. ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.
  132. ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
  133. τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,
  134. Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.
  135. τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,
  136. ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
  137. ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·
  138. ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.
  139. ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,
  140. δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι
  141. ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,
  142. πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,
  143. Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ
  144. Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη
  145. στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην.
  146. αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος
  147. τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·
  148. εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
    1. παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε
    2. πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην
    3. ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
    4. ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν
    5. φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης
    6. ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·
    7. μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι
    8. ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω
    9. ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
  149. ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
  150. εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν
  151. ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα.
  152. ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ
  153. ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη
  154. πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ
  155. σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην
  156. μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς
  157. ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι
  158. ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
  159. ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
  160. πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν
  161. γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,
  162. τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,
  163. Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.
  164. μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
  165. κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
  166. ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς
  167. ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη
  168. ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν
  169. ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
  170. ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη
  171. ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην
  172. ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν
  173. κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ
  174. θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·
  175. Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·
  176. ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.
  177. τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς
  178. γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.
  179. ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
  180. μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
  181. παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε
  182. τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
  183. τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
  184. παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·
  185. φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
  186. ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.
  187. νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν