Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν,
  2. αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε
  3. καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν
  4. ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.
  5. καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο
  6. ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο
  7. ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο
  8. καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν.
  9. ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ,
  10. ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι,
  11. ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην
  12. Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,
  13. κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην
  14. Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν
  15. ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον,
  16. καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην
  17. Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην
  18. Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην
  19. Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
  20. Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν