Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντʼ ἔστʼ ἀγάθʼ ὑμῖν
  2. διὰ τὴν Πενίαν.
Χρεμύλος
  1. παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,
  2. εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη
  3. τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆνʼ ἀποπέμπειν,
  4. τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.
Χρεμύλος
  1. ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς
  2. ἔτι μηδʼ ὁτιοῦν.
  3. οὐ γὰρ πείσεις, οὐδʼ ἢν πείσῃς.
Πενία
  1. ὦ πόλις Ἄργους, κλύεθʼ οἷα λέγει.
Χρεμύλος
  1. Παύσωνα κάλει τὸν ξύσσιτον.
Πενία
  1. τί πάθω τλήμων;
Χρεμύλος
  1. ἔρρʼ ἐς κόρακας θᾶττον ἀφʼ ἡμῶν.
Πενία
  1. εἶμι δὲ ποῖ γῆς;
Χρεμύλος
  1. ἐς τὸν κύφωνʼ· ἀλλʼ οὐ μέλλειν
  2. χρῆν σʼ, ἀλλʼ ἀνύειν.
Πενία
  1. ἦ μὴν ὑμεῖς γʼ ἔτι μʼ ἐνταυθοῖ