Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὠνησόμεθʼ ἀργυρίου δήπου.
- τίς δʼ ἔσται πρῶτον ὁ πωλῶν,
- ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ;
- κερδαίνειν βουλόμενός τις
- ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν.
- ἀλλʼ οὐδʼ ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐδʼ ἀνδραποδιστὴς
- κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου. τίς γὰρ πλουτῶν ἐθελήσει
- κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι;
- ὥστʼ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν
- ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.
- ἐς κεφαλὴν σοί.
- ἔτι δʼ οὐχ ἕξεις οὔτʼ ἐν κλίνῃ καταδαρθεῖν, οὐ γὰρ ἔσονται,
- οὔτʼ ἐν δάπισιν· τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος;
- οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον.
- οὔθʼ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων.
- καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας;
- παρʼ ἐμοῦ δʼ ἔστιν ταῦτʼ εὔπορα πάνθʼ ὑμῖν ὧν δείσθον· ἐγὼ γὰρ
- τὸν χειροτέχνην ὥσπερ δέσποινʼ ἐπαναγκάζουσα κάθημαι
- διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.
- σὺ γὰρ ἂν πορίσαι τί δύναιʼ ἀγαθὸν φῴδων ἐκ βαλανείου