Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτʼ ἄμεινον;
Βλεψίδημος
  1. οὐδείς· τούτου μάρτυς ἐγώ σοι· μηδὲν ταύτην γʼ ἀνερώτα.
Χρεμύλος
  1. ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις διάκειται,
  2. τίς ἂν οὐχ ἡγοῖτʼ εἶναι μανίαν κακοδαιμονίαν τʼ ἔτι μᾶλλον;
  3. πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί,
  4. ἀδίκως αὐτὰ ξυλλεξάμενοι· πολλοὶ δʼ ὄντες πάνυ χρηστοὶ
  5. πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦ τε τὰ πλεῖστα σύνεισιν.
  6. οὔκουν εἶναί φημʼ, εἰ παύσει ταύτην βλέψας ποθʼ ὁ Πλοῦτος,
  7. ὁδὸν ἥντινʼ ἰὼν τοῖς ἀνθρώποις ἀγάθʼ ἄν μείζω πορίσειεν.
Πενία
  1. ἀλλʼ ὦ πάντων ῥᾷστʼ ἀνθρώπων ἀναπεισθέντʼ οὐχ ὑγιαίνειν
  2. δύο πρεσβύτα, ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν,
  3. εἰ τοῦτο γένοιθʼ ὃ ποθεῖθʼ ὑμεῖς, οὔ φημʼ ἂν λυσιτελεῖν σφῷν.
  4. εἰ γὰρ ὁ Πλοῦτος βλέψειε πάλιν διανείμειέν τʼ ἴσον αὑτόν,
  5. οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτʼ ἂν σοφίαν μελετῴη
  6. οὐδείς· ἀμφοῖν δʼ ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει
  7. τίς χαλκεύειν ἢ ναυπηγεῖν ἢ ῥάπτειν ἢ τροχοποιεῖν,
  8. ἢ σκυτοτομεῖν ἢ πλινθουργεῖν ἢ πλύνειν ἢ σκυλοδεψεῖν,