Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὁ Τιμοθέου δὲ πύργος—
- ἐμπέσοι γέ σοι.
- τὰ δὲ πράγματʼ οὐχὶ διὰ σὲ πάντα πράττεται;
- μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος
- καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθʼ ὅτι.
- κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,
- ἐφʼ οἷς οὗτος ἐπικαθέζηται μόνον.
- ἐγὼ τοσαῦτα δυνατός εἰμʼ εἷς ὢν ποιεῖν;
- καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα·
- ὥστʼ οὐδὲ μεστὸς σοῦ γέγονʼ οὐδεὶς πώποτε.
- τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή,
- ἔρωτος
- ἄρτων
- μουσικῆς
- τραγημάτων
- τιμῆς
- πλακούντων
- ἀνδραγαθίας
- ἰσχάδων
- φιλοτιμίας