Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- μὰ Δίʼ ἀλλὰ τῆς φωνῆς μόνον
- ἐρῶν ἀκοῦσαι.
- τοῦ λαβεῖν μὲν οὖν χάριν.
- καὶ νὴ Δίʼ εἰ λυπουμένην γʼ αἴσθοιτό με,
- νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο.
- ἔπειτʼ ἴσως ᾔτει σʼ ἂν εἰς ὑποδήματα.
- μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην
- ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,
- ἐτυπτόμην διὰ τοῦθʼ ὅλην τὴν ἡμέραν.
- οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.
- μόνος γὰρ ἥδεθʼ, ὡς ἔοικεν, ἐσθίων.
- καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μʼ ἔθη.
- ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.
- ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου.
- εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία.
- τὸ βλέμμα θʼ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.
- οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλʼ ἠπίστατο
- γραὸς καπρώσης τἀφόδια κατεσθίειν.
- ταῦτʼ οὖν ὁ θεὸς ὦ φίλʼ ἄνερ οὐκ ὀρθῶς ποιεῖ,
- φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.