Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὔκουν ἐπʼ ἐκφοράν γε.
Νεᾶνις
  1. καινόν γʼ ὦ σαπρά.
Γραῦς Α
  1. οὐ δῆτα.
Νεᾶνις
  1. τί γὰρ ἂν γραῒ καινά τις λέγοι;
Γραῦς Α
  1. οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας.
Νεᾶνις
  1. ἀλλὰ τί;
  2. ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;
Γραῦς Α
  1. τί μοι διαλέγει;
Νεᾶνις
  1. σὺ δὲ τί διακύπτεις;
Γραῦς Α
  1. ἐγώ;
  2. ᾄδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ.