Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- βουλομένη σποδεῖσθαι,
- κἀπὶ τῆς κλίνης ὄφιν εὕροις
- καὶ προσελκύσαιο ---
- βουλομένη φιλῆσαι.
- αἰαῖ τί ποτε πείσομαι;
- οὐχ ἥκει μοὐταῖρος·
- μόνη δʼ αὐτοῦ λείπομʼ· ἡ
- γὰρ μοι μήτηρ ἄλλῃ
- βέβηκε· †καὶ τἄλλʼ οὐδὲν μετὰ ταῦτα δεῖ λέγειν†.
- ἀλλʼ ὦ μαῖʼ ἱκετεύομαι, κάλει
- τὸν Ὀρθαγόραν, ὅπως