Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἕστηκεν· ἀλλὰ τὰς γνάθους διοίγνυτε.
- οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκʼ ἔχων
- ἐνταῦθʼ, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;
- καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;
- ἐπὶ δεῖπνον.
- οὐ δῆτʼ, ἤν γʼ ἐκείναις νοῦς ἐνῇ,
- πρίν γʼ ἂν ἀπενέγκῃς.
- ἀλλʼ ἀποίσω.
- πηνίκα;
- οὐ τοὐμὸν ὦ τᾶν ἐμποδὼν ἔσται.
- τί δή;