Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν,
- ὅπως ἂν ἐντετριμμένη κανηφορῇς,
- πολλοὺς κάτω δὴ θυλάκους στρέψασʼ ἐμούς.
- ποῦʼ σθʼ ἡ διφροφόρος; ἡ χύτρα δεῦρʼ ἔξιθι,
- νὴ Δία μέλαινά γʼ, οὐδʼ ἂν εἰ τὸ φάρμακον
- ἕψουσʼ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται.
- ἵστω παρʼ αὐτήν, δεῦρʼ ἴθʼ, ἡ κομμώτρια.
- φέρε δεῦρο ταύτην τὴν ὑδρίαν ὑδριαφόρε
- ἐνταῦθα. σὺ δὲ δεῦρʼ ἡ κιθαρῳδὸς ἔξιθι,
- πολλάκις ἀναστήσασά μʼ εἰς ἐκκλησίαν
- ἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον.
- ὁ τὴν σκάφην λαβὼν προΐτω· τὰ κηρία
- κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον,
- καὶ τὼ τρίποδʼ ἐξένεγκε καὶ τὴν λήκυθον.
- τὰ χυτρίδιʼ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.
- ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα
- ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος.
- μὰ τὸν Ποσειδῶ γʼ οὐδέποτʼ, ἀλλὰ βασανιῶ
- πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.
- οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν