Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει.
Βλέπυρος
  1. τὸ μὲν ὑμέτερον γνώμην τινʼ ἔχει· προβεβούλευται γάρ, ὅπως ἂν
  2. μηδεμιᾶς ᾖ τρύπημα κενόν· τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;
  3. φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται.
Πραξάγορα
  1. ἀλλὰ φυλάξουσʼ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας
  2. ἀπὸ τοῦ δείπνου καὶ τηρήσουσʼ ἐπὶ τοῖσιν δημοσίοισιν·
  3. κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς καὶ τοῖς μεγάλοις καταδαρθεῖν
  4. ταῖσι γυναιξὶ πρὶν ἂν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται.
Βλέπυρος
  1. ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονήσει.
Πραξάγορα
  1. νὴ τὸν Ἀπόλλω καὶ δημοτική γʼ ἡ γνώμη καὶ καταχήνη
  2. τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόντων,