Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν,
  2. τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας
  3. δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά,
  4. ἵνα τοῦτʼ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.
Χρέμης
  1. μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας
  2. λευκός τις ἀνεπήδησʼ ὅμοιος Νικίᾳ
  3. δημηγορήσων, κἀπεχείρησεν λέγειν
  4. ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν.
  5. εἶτʼ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι,
  6. τὸ σκυτοτομικὸν πλῆθος, οἱ δʼ ἐκ τῶν ἀγρῶν
  7. ἀνεβορβόρυξαν.
Βλέπυρος
  1. νοῦν γὰρ εἶχον νὴ Δία.
Χρέμης
  1. ἀλλʼ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῇ βοῇ,
  2. τὰς μὲν γυναῖκας πόλλʼ ἀγαθὰ λέγων, σὲ δὲ
  3. πολλὰ κακά.
Βλέπυρος
  1. καὶ τί εἶπε;
Χρέμης
  1. πρῶτον μέν σʼ ἔφη
  2. εἶναι πανοῦργον.
Βλέπυρος
  1. καὶ σέ;
Χρέμης
  1. μή πω τοῦτʼ ἔρῃ.