Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;
- φήσω παραφρονεῖν αὐτόν.
- ἀλλὰ τοῦτό γε
- ἴσασι πάντες.
- ἀλλὰ καὶ μελαγχολᾶν.
- καὶ τοῦτʼ ἴσασιν.
- ἀλλὰ καὶ τὰ τρύβλια
- κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.
- τί δʼ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;
- τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.
- τί δʼ ἢν ὑποκρούωσίν σε;