Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τὸ περυσινὸν τέθνηκέ μοι·
  2. ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
  3. τίς τῆς ἐλάας παρέτραγεν;
  4. τέως δʼ ἀβελτερώτατοι
  5. κεχηνότες Μαμμάκυθοι
  6. Μελιτίδαι καθῆντο.
Χορός
  1. τάδε μὲν λεύσσεις φαίδιμʼ Ἀχιλλεῦ·
  2. σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις;
  3. μόνον ὅπως ---
  4. μή σʼ ὁ θυμὸς ἁρπάσας
  5. ἐκτὸς οἴσει τῶν ἐλαῶν·
  6. δεινὰ γὰρ κατηγόρηκεν.
  7. ἀλλʼ ὅπως ὦ γεννάδα
  8. μὴ πρὸς ὀργὴν ἀντιλέξεις,
  9. ἀλλὰ συστείλας ἄκροισι
  10. χρώμενος τοῖς ἱστίοις,
  11. εἶτα μᾶλλον μᾶλλον ἄξεις
  12. καὶ φυλάξεις,