Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. κέκραγε πρὸς τοὺς οἰκέτας
  2. ζητεῖ τε, ποῦ ʼστιν ἡ χύτρα;
  3. τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
  4. τῆς μαινίδος; τὸ τρύβλιον
  5. τὸ περυσινὸν τέθνηκέ μοι·
  6. ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
  7. τίς τῆς ἐλάας παρέτραγεν;
  8. τέως δʼ ἀβελτερώτατοι
  9. κεχηνότες Μαμμάκυθοι
  10. Μελιτίδαι καθῆντο.
Χορός
  1. τάδε μὲν λεύσσεις φαίδιμʼ Ἀχιλλεῦ·
  2. σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις;
  3. μόνον ὅπως ---
  4. μή σʼ ὁ θυμὸς ἁρπάσας
  5. ἐκτὸς οἴσει τῶν ἐλαῶν·
  6. δεινὰ γὰρ κατηγόρηκεν.
  7. ἀλλʼ ὅπως ὦ γεννάδα
  8. μὴ πρὸς ὀργὴν ἀντιλέξεις,
  9. ἀλλὰ συστείλας ἄκροισι
  10. χρώμενος τοῖς ἱστίοις,
  11. εἶτα μᾶλλον μᾶλλον ἄξεις
  12. καὶ φυλάξεις,
  13. ἡνίκʼ ἂν τὸ πνεῦμα λεῖον
  14. καὶ καθεστηκὸς λάβῃς.
Διόνυσος
  1. ἀλλʼ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ
  2. καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει.