Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.
Εὐριπίδης
  1. τοιαῦτα μέντοὐγὼ φρονεῖν
  2. τούτοισιν εἰσηγησάμην,
  3. λογισμὸν ἐνθεὶς τῇ τέχνῃ
  4. καὶ σκέψιν, ὥστʼ ἤδη νοεὶν
  5. ἅπαντα καὶ διειδέναι
  6. τά τʼ ἄλλα καὶ τὰς οἰκίας
  7. οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ
  8. κἀνασκοπεῖν, πῶς τοῦτʼ ἔχει;
  9. ποῦ μοι τοδί; τίς τοῦτʼ ἔλαβε;
Διόνυσος
  1. νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων
  2. ἅπας τις εἰσιὼν
  3. κέκραγε πρὸς τοὺς οἰκέτας
  4. ζητεῖ τε, ποῦ ʼστιν ἡ χύτρα;
  5. τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
  6. τῆς μαινίδος; τὸ τρύβλιον
  7. τὸ περυσινὸν τέθνηκέ μοι·
  8. ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
  9. τίς τῆς ἐλάας παρέτραγεν;
  10. τέως δʼ ἀβελτερώτατοι
  11. κεχηνότες Μαμμάκυθοι
  12. Μελιτίδαι καθῆντο.
Χορός
  1. τάδε μὲν λεύσσεις φαίδιμʼ Ἀχιλλεῦ·
  2. σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις;
  3. μόνον ὅπως ---
  4. μή σʼ ὁ θυμὸς ἁρπάσας
  5. ἐκτὸς οἴσει τῶν ἐλαῶν·
  6. δεινὰ γὰρ κατηγόρηκεν.
  7. ἀλλʼ ὅπως ὦ γεννάδα
  8. μὴ πρὸς ὀργὴν ἀντιλέξεις,
  9. ἀλλὰ συστείλας ἄκροισι