Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.
- Θηραμένης; σοφός γʼ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,
- ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,
- πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.
- τοιαῦτα μέντοὐγὼ φρονεῖν
- τούτοισιν εἰσηγησάμην,
- λογισμὸν ἐνθεὶς τῇ τέχνῃ
- καὶ σκέψιν, ὥστʼ ἤδη νοεὶν
- ἅπαντα καὶ διειδέναι
- τά τʼ ἄλλα καὶ τὰς οἰκίας
- οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ
- κἀνασκοπεῖν, πῶς τοῦτʼ ἔχει;
- ποῦ μοι τοδί; τίς τοῦτʼ ἔλαβε;
- νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων
- ἅπας τις εἰσιὼν
- κέκραγε πρὸς τοὺς οἰκέτας
- ζητεῖ τε, ποῦ ʼστιν ἡ χύτρα;
- τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
- τῆς μαινίδος; τὸ τρύβλιον
- τὸ περυσινὸν τέθνηκέ μοι·
- ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
- τίς τῆς ἐλάας παρέτραγεν;
- τέως δʼ ἀβελτερώτατοι
- κεχηνότες Μαμμάκυθοι
- Μελιτίδαι καθῆντο.
- τάδε μὲν λεύσσεις φαίδιμʼ Ἀχιλλεῦ·
- σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις;
- μόνον ὅπως ---
- μή σʼ ὁ θυμὸς ἁρπάσας
- ἐκτὸς οἴσει τῶν ἐλαῶν·
- δεινὰ γὰρ κατηγόρηκεν.
- ἀλλʼ ὅπως ὦ γεννάδα
- μὴ πρὸς ὀργὴν ἀντιλέξεις,
- ἀλλὰ συστείλας ἄκροισι
- χρώμενος τοῖς ἱστίοις,
- εἶτα μᾶλλον μᾶλλον ἄξεις
- καὶ φυλάξεις,
- ἡνίκʼ ἂν τὸ πνεῦμα λεῖον
- καὶ καθεστηκὸς λάβῃς.
- ἀλλʼ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ
- καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει.
- θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχνʼ ἀγανακτεῖ,
- εἰ πρὸς τοῦτον δεῖ μʼ ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δʼ ἀπορεῖν με,