Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδʼ ἐξέπληττον αὐτούς,
  2. Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.
  3. γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.
  4. τουτουμενὶ Φορμίσιος Μεγαίνετός θʼ ὁ Μανῆς,
  5. σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,
  6. οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.
Διόνυσος
  1. Θηραμένης; σοφός γʼ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,
  2. ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,
  3. πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.
Εὐριπίδης
  1. τοιαῦτα μέντοὐγὼ φρονεῖν