Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν,
  2. κάχʼ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα—
Αἰσχύλος
  1. φημὶ κἀγώ.
Εὐριπίδης
  1. οἰκεῖα πράγματʼ εἰσάγων, οἷς χρώμεθʼ,οἷς ξύνεσμεν,
  2. ἐξ ὧν γʼ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι
  3. ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλʼ οὐκ ἐκομπολάκουν
  4. ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδʼ ἐξέπληττον αὐτούς,
  5. Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.
  6. γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.
  7. τουτουμενὶ Φορμίσιος Μεγαίνετός θʼ ὁ Μανῆς,
  8. σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,
  9. οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.
Διόνυσος
  1. Θηραμένης; σοφός γʼ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,
  2. ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,
  3. πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.
Εὐριπίδης
  1. τοιαῦτα μέντοὐγὼ φρονεῖν
  2. τούτοισιν εἰσηγησάμην,
  3. λογισμὸν ἐνθεὶς τῇ τέχνῃ
  4. καὶ σκέψιν, ὥστʼ ἤδη νοεὶν
  5. ἅπαντα καὶ διειδέναι
  6. τά τʼ ἄλλα καὶ τὰς οἰκίας