Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τοῦτο μὲν ἔασον ὦ τᾶν.
- οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.
- ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα—
- φημὶ κἀγώ.
- ὡς πρὶν διδάξαι γʼ ὤφελες μέσος διαρραγῆναι.
- λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς,
- νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν,
- κάχʼ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα—
- φημὶ κἀγώ.
- οἰκεῖα πράγματʼ εἰσάγων, οἷς χρώμεθʼ,οἷς ξύνεσμεν,
- ἐξ ὧν γʼ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι
- ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλʼ οὐκ ἐκομπολάκουν
- ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδʼ ἐξέπληττον αὐτούς,
- Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.
- γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.
- τουτουμενὶ Φορμίσιος Μεγαίνετός θʼ ὁ Μανῆς,
- σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,
- οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.