Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτʼ ἔδρασʼ ὁ δεῖνα;
- ὑπʼ ἀλαζονείας, ἵνʼ ὁ θεατὴς προσδοκῶν καθοῖτο,
- ὁπόθʼ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δʼ ἂν διῄει.
- ὢ παμπόνηρος, οἷʼ ἄρʼ ἐφενακιζόμην ὑπʼ αὐτοῦ.
- τί σκορδινᾷ καὶ δυσφορεῖς;
- ὅτι αὐτὸν ἐξελέγχω.
- κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
- ἤδη μεσοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν,
- ὀφρῦς ἔχοντα καὶ λόφους, δείνʼ ἄττα μορμορωπά,
- ἄγνωτα τοῖς θεωμένοις.
- οἴμοι τάλας.
- σιώπα.