Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.
Εὐριπίδης
  1. ἠλίθιος γὰρ ἦσθα,
  2. σάφʼ ἴσθι.
Διόνυσος
  1. κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτʼ ἔδρασʼ ὁ δεῖνα;
Εὐριπίδης
  1. ὑπʼ ἀλαζονείας, ἵνʼ ὁ θεατὴς προσδοκῶν καθοῖτο,
  2. ὁπόθʼ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δʼ ἂν διῄει.
Διόνυσος
  1. ὢ παμπόνηρος, οἷʼ ἄρʼ ἐφενακιζόμην ὑπʼ αὐτοῦ.
  2. τί σκορδινᾷ καὶ δυσφορεῖς;
Εὐριπίδης
  1. ὅτι αὐτὸν ἐξελέγχω.
  2. κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
  3. ἤδη μεσοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν,
  4. ὀφρῦς ἔχοντα καὶ λόφους, δείνʼ ἄττα μορμορωπά,
  5. ἄγνωτα τοῖς θεωμένοις.
Αἰσχύλος
  1. οἴμοι τάλας.
Διόνυσος
  1. σιώπα.
Εὐριπίδης
  1. σαφὲς δʼ ἂν εἶπεν οὐδὲ ἕν—
Διόνυσος
  1. μὴ πρῖε τοὺς ὀδόντας.
Εὐριπίδης
  1. ἀλλʼ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ʼπʼ ἀσπίδων ἐπόντας
  2. γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθʼ ἱππόκρημνα,
  3. ἃ ξυμβαλεῖν οὐ ῥᾴδιʼ ἦν.
Διόνυσος
  1. νὴ τοὺς θεοὺς ἐγὼ γοῦν
  2. ἤδη ποτʼ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα
  3. τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.
Αἰσχύλος
  1. σημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατʼ ἐνεγέγραπτο.
Διόνυσος
  1. ἐγὼ δὲ τὸν Φιλοξένου γʼ ᾤμην Ἔρυξιν εἶναι.
Εὐριπίδης
  1. εἶτʼ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι;
Αἰσχύλος
  1. σὺ δʼ ὦ θεοῖσιν ἐχθρὲ ποῖʼ ἄττʼ ἐστὶν ἅττʼ ἐποίεις;