Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πρώτιστα μὲν γὰρ ἕνα τινʼ ἂν καθῖσεν ἐγκαλύψας,
  2. Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
  3. πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.
Διόνυσος
  1. μὰ τὸν Δίʼ οὐ δῆθʼ.
Εὐριπίδης
  1. ὁ δὲ χορός γʼ ἤρειδεν ὁρμαθοὺς ἂν
  2. μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν οἱ δʼ ἐσίγων.
Διόνυσος
  1. ἐγὼ δʼ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτʼ ἔτερπεν
  2. οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.
Εὐριπίδης
  1. ἠλίθιος γὰρ ἦσθα,
  2. σάφʼ ἴσθι.
Διόνυσος
  1. κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτʼ ἔδρασʼ ὁ δεῖνα;
Εὐριπίδης
  1. ὑπʼ ἀλαζονείας, ἵνʼ ὁ θεατὴς προσδοκῶν καθοῖτο,
  2. ὁπόθʼ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δʼ ἂν διῄει.
Διόνυσος
  1. ὢ παμπόνηρος, οἷʼ ἄρʼ ἐφενακιζόμην ὑπʼ αὐτοῦ.
  2. τί σκορδινᾷ καὶ δυσφορεῖς;
Εὐριπίδης
  1. ὅτι αὐτὸν ἐξελέγχω.
  2. κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
  3. ἤδη μεσοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν,